호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐκ ἔπειθ ὅμιλον, εὖ δοκῶν λέγειν.? νικᾷ δ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων, ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν. μόλις δ ἔπεισε μὴ πετρουμένους θανεῖν τλήμων Ὀρέστης: αὐτόχειρι δὲ σφαγῇ ὑπέσχετ ἐν τῇδ ἡμέρᾳ λείψειν βίον σὺν σοί. πορεύει δ αὐτὸν ἐκκλήτων ἄπο Πυλάδης δακρύων: σὺν δ ὁμαρτοῦσιν φίλοι κλαίοντες, οἰκτίροντες: ἔρχεται δέ σοι πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία. ἀλλ εὐτρέπιζε φάσγαν ἢ βρόχον δέρῃ: ὡς δεῖ λιπεῖν σε φέγγος: ἡ εὐγένεια δὲ οὐδέν ς ἐπωφέλησεν, οὐδ ὁ Πύθιος τρίποδα καθίζων Φοῖβος, ἀλλ ἀπώλεσεν. ὦ δυστάλαινα παρθέν, ὡς ξυνηρεφὲς πρόσωπον εἰς γῆν σὸν βαλοῦς ἄφθογγος εἶ, ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기