- 텍스트

Euripides, episode 2:

(에우리피데스, episode 2:)

ὁρῶ δ ἀέλπτον φάσμ, ὃ μήποτ ὤφελον, Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ ὁμοῦ, τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ, τὸν δ ὥστ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον, νόσημα κηδεύοντα παιδαγωγίᾳ.? ἐπεὶ δὲ πλήρης ἐγένετ Ἀργείων ὄχλος, κῆρυξ ἀναστὰς εἶπε: Τίς χρῄζει λέγειν, πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών, μητροκτονοῦντα· κἀπὶ τῷδ ἀνίσταται Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας. ἔλεξε δ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί, διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, σὸν δ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους ἐς τοὺς τεκόντας οὐ καλούς: τὸ δ ὄμμ ἀεὶ φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις. τὸ γὰρ γένος τοιοῦτον: ἐπὶ τὸν εὐτυχῆ πηδῶς ἀεὶ κήρυκες: ὅδε δ αὐτοῖς φίλος, ὃς ἂν δύνηται πόλεος ἔν τ ἀρχαῖσιν ᾖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION