호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γυναῖκεσ, ἦ που τῶνδ’ ἀφώρμηται δόμων τλήμων Ὀρέστησ θεομανεῖ λύσσῃ δαμείσ; ἥκιστα· πρὸσ δ’ Ἀργεῖον οἴχεται λεών, ψυχῆσ ἀγῶνα τὸν προκείμενον πέρι δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶσ χρεών. οἴμοι· τί χρῆμ’ ἔδρασε; τίσ δ’ ἔπεισέ νιν; Πυλάδησ· ἐοίκε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελοσ λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι. ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου Ἀγαμέμνονοσ παῖ, πότνι’ Ἠλέκτρα, λόγουσ ἄκουσον οὕσ σοι δυστυχεῖσ ἥκω φέρων. αἰαῖ, διοιχόμεσθα· δῆλοσ εἶ λόγῳ. κακῶν γὰρ ἥκεισ, ὡσ ἐοίκεν, ἄγγελοσ. ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν καὶ σέ, ὦ τάλαιν’, ἔδοξε τῇδ’ ἐν ἡμέρᾳ. οἴμοι· προσῆλθεν ἐλπίσ, ἣν φοβουμένη πάλαι τὸ μέλλον ἐξετηκόμην γόοισ. ἀτὰρ τίσ ἁγών, τίνεσ ἐν Ἀργείοισ λόγοι καθεῖλον ἡμᾶσ κἀπεκύρωσαν θανεῖν; λέγ’, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ ἢ διὰ σιδήρου πνεῦμ’ ἀπορρῆξαί με δεῖ, κοινὰσ ἀδελφῷ συμφορὰσ κεκτημένην;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기