- 텍스트

Euripides, episode 4:

(에우리피데스, episode 4:)

σύγγονε, τί κλαίεις κρᾶτα θεῖς ἔσω πέπλων·? αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς. μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν: σὺ μὲν γὰρ ἐπένευσας τάδ, εἴργασται δ ἐμοὶ μητρῷον αἷμα: Λοξίᾳ δὲ μέμφομαι, ὅστις μ ἐπάρας ἔργον ἀνοσιώτατον, τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ ἔργοισιν οὔ. οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ ὄμματα ἐξιστόρουν νιν, μητέρ εἰ κτεῖναι χρεών, πολλὰς γενείου τοῦδ ἂν ἐκτεῖναι λιτὰς μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, εἰ μήτ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, ἐγώ θ ὁ τλήμων τοιάδ ἐκπλήσειν κακά. καὶ νῦν ἀνακάλυπτ, ὦ κασιγνήτη, κάρα, ἐκ δακρύων τ ἄπελθε, κεἰ μάλ ἀθλίως ἔχομεν. ὅταν δὲ τἄμ ἀθυμήσαντ ἴδῃς, σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν ἴσχναινε παραμυθοῦ θ: ὅταν δὲ σὺ στένῃς, ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα: ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. ἀλλ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω ὕπνῳ τ ἀύπνον βλέφαρον ἐκταθεῖσα δός, σίτων τ ὄρεξαι λουτρά τ ἐπιβαλοῦ χροΐ. εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον κτήσῃ τιν, οἰχόμεσθα: σὲ γὰρ ἔχω μόνην ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. οὐκ ἔστι: σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι καὶ ζῆν: ἔχει γὰρ ταὐτόν: ἢν σὺ κατθάνῃς, γυνὴ τί δράσω· πῶς μόνη σωθήσομαι, ἀνάδελφος ἀπάτωρ ἄφιλος· εἰ δὲ σοὶ δοκεῖ, δρᾶν χρὴ τάδ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν ς ἐκ δεμνίων ἄγαν ἀποδέχου, μένε δ ἐπὶ στρωτοῦ λέχους. κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION