- 텍스트

Euripides, episode 2:

(에우리피데스, episode 2:)

οἴμοι, κασίγνητ, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.? ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας. αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου. μέν, ὦ ταλαίπωρ, ἀτρέμα σοῖς ἐν δεμνίοις: ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ εἰδέναι. ὦ Φοῖβ, ἀποκτενοῦσί μ αἱ κυνώπιδες γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί. οὔτοι μεθήσω: χεῖρα δ ἐμπλέξας ἐμὴν σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα. μέθες: μί οὖσα τῶν ἐμῶν Ἐρινύων μέσον μ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. οἲ γὼ τάλαινα, τίν ἐπικουρίαν λάβω, ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα· δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου, οἷς μ εἶπ Ἀπόλλων ἐξαμύνασθαι θεάς, εἴ μ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί, εἰ μὴ ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν. οὐκ εἰσακούετ· οὐχ ὁρᾶθ ἑκηβόλων τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας· ἆ ἆ: τί δῆτα μέλλετ· ἐξακρίζετ αἰθέρα πτεροῖς: τὰ Φοίβου δ αἰτιᾶσθε θέσφατα. ἐά: τί χρῆμ ἀλύω, πνεῦμ ἀνεὶς ἐκ πλευμόνων· ποῖ ποῖ ποθ ἡλάμεσθα δεμνίων ἄπο· ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν ὁρῶ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION