호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόθεν ποτ ἦλθον δεῦρο·? πῶς δ ἀφικόμην· ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν. ὦ φίλταθ, ὥς μ ηὔφρανας εἰς ὕπνον πεσών. βούλῃ θίγω σου κἀνακουφίσω δέμας· λαβοῦ λαβοῦ δῆτ, ἐκ δ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον ὀμμάτων τ ἐμῶν. ἰδού: τὸ δούλευμ ἡδύ, κοὐκ ἀναίνομαι ἀδέλφ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη. ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην ἄφελε προσώπου: λεπτὰ γὰρ λεύσσω κόραις. ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας. κλῖνόν μ ἐς εὐνὴν αὖθις: ὅταν ἀνῇ νόσος μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη. ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον, ἀνιαρὸν ὀ`ν τὸ κτῆμ, ἀναγκαῖον δ ὅμως. αὖθίς μ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας: δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο. ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, χρόνιον ἴχνος θείς· μεταβολὴ πάντων γλυκύ. μάλιστα: δόξαν γὰρ τόδ ὑγιείας ἔχει. κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ. ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, ἑώς ἐῶσιν εὖ φρονεῖν Ἐρινύες. λέξεις τι καινόν: κεἰ μὲν εὖ, χάριν φέρεις: εἰ δ ἐς βλάβην τιν, ἅλις ἔχω τὸ δυστυχεῖν. Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός, ἐν Ναυπλίᾳ δὲ σέλμαθ ὡρ´μισται νεῶν. πῶς εἶπας· ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός· ἥκει - τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου - Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων. εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν: εἰ δ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα. ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον γένος θυγατέρων δυσκλεές τ ἀν Ἑλλάδα. σύ νυν διάφερε τῶν κακῶν: ἔξεστι γάρ: καὶ μὴ μόνον λέγ, ἀλλὰ καὶ φρόνει τάδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기