- 텍스트

Euripides, episode 6:

(에우리피데스, episode 6:)

ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.? καὶ πέμψομέν γε θυγατέρ: εὖ γάρ τοι λέγεις. ὦ τέκνον, ἔξελθ, Ἑρμιόνη, δόμων πάρος καὶ λαβὲ χοὰς τάσδ ἐν χεροῖν κόμας τ ἐμάς: ἐλθοῦσα δ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον μελίκρατ ἄφες γάλακτος οἰνωπόν τ ἄχνην, καὶ στᾶς ἐπ ἄκρου χώματος λέξον τάδε: Ἑλένη ς ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς, φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε Ἀργεῖον ὄχλον. πρευμενῆ δ ἄνωγέ νιν ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν τοῖν τ ἀθλίοιν τοῖνδ, οὓς ἀπώλεσεν θεός. ἃ δ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, ἅπανθ ὑπισχνοῦ νερτέρων δωρήματα. ἴθ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ δοῦς ὡς τάχιστα τῆς πάλιν μέμνης ὁδοῦ. ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ εἶ κακόν, σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. εἴδετε παρ ἄκρας ὡς ἀπέθρισεν τρίχας, σῴζουσα κάλλος· ἔστι δ ἡ πάλαι γυνή. θεοί σε μισήσειαν, ὥς μ ἀπώλεσας καὶ τόνδε πᾶσάν θ Ἑλλάδα. ὦ τάλαιν ἐγώ: αἵδ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι φίλαι ξυνῳδοί: τάχα μεταστήσους ὕπνου τόνδ ἡσυχάζοντ, ὄμμα δ ἐκτήξους ἐμὸν δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION