- 텍스트

Euripides, episode 4:

(에우리피데스, episode 4:)

ἐλπίδα δὲ δή τιν ἔχομεν ὥστε μὴ θανεῖν:? ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο, λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον ἄλαισι πλαγχθείς: τὴν δὲ δὴ πολύστονον Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν μεθ ἡμέραν στείχουσαν, ὧν ὑπ Ἰλίῳ παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς, προύπεμψεν ἐς δῶμ ἡμέτερον: ἔστιν δ ἔσω κλαίους ἀδελφὴν συμφοράν τε δωμάτων. ἔχει δὲ δή τιν ἀλγέων παραψυχήν: ἣν γὰρ κατ οἴκους ἔλιφ, ὅτ ἐς Τροίαν ἔπλει, παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ ὄψομαι Μενέλαον ἥκονθ: ὡς τά γ ἄλλ ἐπ ἀσθενοῦς ῥώμης ὀχούμεθ, ἤν τι μὴ κείνου πάρα σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION