호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, καὶ τἄμ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας φίλου τ ἀδελφοῦ φιλτάτης τε συγγόνου.? καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ ἀρχέτω: γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος σῴζειν τε κοινὰ πράγματ ἀσφαλέσταται. σιγήσαθ ἡμῖν καὶ συνεκπονήσατε φυγάς. καλόν τοι γλῶσς ὅτῳ πιστὴ παρῇ. ὁρᾶτε δ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει. σωθεῖσα δ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, σώσω ς ἐς Ἑλλάδ. ἀλλὰ πρός σε δεξιᾶς σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος, γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ. τί φατέ· τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν - φθέγξασθε - ταῦτα· μὴ γὰρ αἰνουσῶν λόγους ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον: ὡς ἔκ γ ἐμοῦ σοι πάντα σιγηθήσεται - ἴστω μέγας Ζεύς - ὧν ἐπισκήπτεις πέρι. ὄναισθε μύθων καὶ γένοισθ εὐδαίμονες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기