호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς οὖν γένοιτ ἂν ὥστε μήθ ἡμᾶς θανεῖν, λαβεῖν θ ἃ βουλόμεσθα·? τῇδε γὰρ νοσεῖ νόστος πρὸς οἴκους: ἡ δὲ βούλησις πάρα. ἆρ ἂν τύραννον διολέσαι δυναίμεθ ἄν· δεινὸν τόδ εἶπας, ξενοφονεῖν ἐπήλυδας. ἀλλ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον. οὐκ ἂν δυναίμην: τὸ δὲ πρόθυμον ᾔνεσα. τί δ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα· ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν· κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ ἀληθείας τὸ φῶς. εἴς ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν. οἴμοι, διεφθάρμεσθα: πῶς σωθεῖμεν ἄν· ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. ποῖόν τι· δόξης μετάδος, ὡς κἀγὼ μάθω. ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, τίν αἰτίαν ἔχους· ὑποπτεύω τι γάρ. οὐ καθαρὸν ὄντα: τὸ δ ὅσιον δώσω φόβῳ. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ ἁλίσκεται· πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι, ἔτ ἐν δόμοισι βρέτας, ἐφ ᾧ πεπλεύκαμεν. κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ. ποῖ δῆτα· πόντου νοτερὸν εἶπας ἔκβολον· οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. σὺ δ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας· ἐγώ: θιγεῖν γὰρ ὅσιόν ἐστ ἐμοὶ μόνῃ. Πυλάδης δ ὅδ ἡμῖν ποῦ τετάξεται πόνου· ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ ἔχων. λάθρα δ ἄνακτος ἢ εἰδότος δράσεις τάδε· πείσασα μύθοις: οὐ γὰρ ἂν λάθοιμί γε. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. σοὶ δὴ μέλειν χρὴ τἄλλ ὅπως ἕξει καλῶς. ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. ἀλλ ἀντίαζε καὶ λόγους πειστηρίους εὑρ´ισκ: ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. τὰ δ ἄλλ ἴσως - . ἅπαντα συμβαίη καλῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기