호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ ἄγει.? τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ ἐλθεῖν, ἔχω Ἄργει γενέσθαι καὶ σέ, σύγγον, εἰσιδεῖν. θέλω δ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων νοσοῦντά τ οἶκον, οὐχὶ τῷ κτανόντι με θυμουμένη, πατρῷον ὀρθῶσαι: θέλω: σφαγῆς τε γὰρ σῆς χεῖρ ἀπαλλάξαιμεν ἂν σῴσαιμί τ οἴκους. τὴν θεὸν δ ὅπως λάθω δέδοικα καὶ τύραννον, ἡνίκ ἂν κενὰς κρηπῖδας εὑρ´ῃ λαΐνας ἀγάλματος. πῶς δ οὐ θανοῦμαι· τίς δ ἔνεστί μοι λόγος· ἀλλ, εἰ μὲν - ἕν τι - τοῦθ ὁμοῦ γενήσεται, ἄγαλμά τ οἴσεις κἄμ ἐπ εὐπρύμνου νεὼς ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν: τούτου δὲ χωρισθεῖς - ἐγὼ μὲν ὄλλυμαι, σὺ δ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. οὐ μήν τι φεύγω γ, οὐδέ ς εἰ θανεῖν χρεὼν σῴσασαν: οὐ γὰρ ἀλλ ἀνὴρ μὲν ἐκ δόμων θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς: ἅλις τὸ κείνης αἷμα: κοινόφρων δὲ σοὶ καὶ ζῆν θέλοιμ ἂν καὶ θανὼν λαχεῖν ἴσον. ἄξω δέ γ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. γνώμης δ ἄκουσον: εἰ πρόσαντες ἦν τόδε Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε κομίσαι μ ἄγαλμα θεᾶς πόλισμ ἐς Παλλάδος <> καὶ σὸν πρόσωπον εἰσιδεῖν· ἅπαντα γὰρ συνθεὶς τάδ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기