- 텍스트

Euripides, Iphigenia in Tauris, episode, iambic 3:

(에우리피데스, Iphigenia in Tauris, episode, iambic 3:)

ὡς δ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, τὸ δ ἄλλο πρέσβειρ ἥπερ ἦν Ἐρινύων.? ὡς τἄμ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας. εἰπὼν <δ> ἀκούσας θ αἵματος μητρὸς πέρι, Φοῖβός μ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ: νικῶν δ ἀπῆρα φόνια πειρατήρια. ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, ψῆφον παρ αὐτὴν ἱερὸν ὡρίσαντ ἔχειν: ὅσαι δ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ ἀεί, ἑώς ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον, καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, ἐπώμος αὐτοῦ βίον ἀπορρήξειν θανών, εἰ μή με σώσει Φοῖβος, ὅς μ ἀπώλεσεν. ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν Φοῖβός μ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν ἄγαλμ Ἀθηνῶν τ ἐγκαθιδρῦσαι χθονί. ἀλλ ἥνπερ ἡμῖν ὡρ´ισεν σωτηρίαν, σύμπραξον: ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει στείλας Μυκήναις ἐγκαταστήσω πάλιν. ἀλλ, ὦ φιληθεῖς, ὦ κασίγνητον κάρα, σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ ἐμέ:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION