호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα τάδ εἶδον αὐτὴ κοὐ κλύους ἀπαγγελῶ.? τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν: λήξαντα δ οἴκτων κἀπ ἐκεῖν ἐλθεῖν χρεών, ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ κβάντας τύχης, καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν. καλῶς ἔλεξας: τῇ τύχῃ δ οἶμαι μέλειν τοῦδε ξὺν ἡμῖν: ἢν δέ τις πρόθυμος ᾖ, σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. μηδέν μ ἐπίσχῃ γ: οὐδ ἀποστήσει λόγου, πρῶτον πυθέσθαι τίνα ποτ Ἠλέκτρα πότμον εἴληχε βιότου: φίλα γὰρ ἔστε πάντ ἐμοί. τῷδε ξυνοικεῖ βίον ἔχους εὐδαίμονα. οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς· Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ. ὁ δ ἐστί γ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός· ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. οὐκ ἦν τόθ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. οὐκ ἦν: χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. χαῖρ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. τὰ δεινὰ δ ἔργα πῶς ἔτλης μητρὸς πέρι· σιγῶμεν αὐτά: πατρὶ τιμωρῶν ἐμῷ. ἡ δ αἰτία τίς ἀνθ ὅτου κτείνει πόσιν· ἐά τὰ μητρός: οὐδὲ σοὶ κλύειν καλόν. σιγῶ: τὸ δ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει· Μενέλαος ἄρχει: φυγάδες ἐσμὲν ἐκ πάτρας. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους· οὔκ, ἀλλ Ἐρινύων δεῖμά μ ἐκβάλλει χθονός. ταῦτ ἆρ ἐπ ἀκταῖς κἀνθάδ ἠγγέλης μανείς· ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. ἔγνωκα: μητρός ς οὕνεκ ἠλάστρουν θεαί. ὥσθ αἱματηρὰ στόμι ἐπεμβαλεῖν ἐμοί. τί γάρ ποτ ἐς γῆν τήνδ ἐπόρθμευσας πόδα· Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. τί χρῆμα δράσειν· ῥητὸν ἢ σιγώμενον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기