호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.? κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ ἐμόν. τόδ ἔτι βρέφος ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ νεαρὸν ἐν δόμοις. ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου ψυχά, τί φῶ· θαυμάτων πέρα καὶ λόγου πρόσω τάδ ἐπέβα. τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα. ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι: δέδοικα δ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα ἀμπτάμενος φύγῃ: ἰὼ Κυκλωπὶς ἑστία: ἰὼ πατρίς, Μυκήνα φίλα, χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς, ὅτι μοι συνομαίμονα τόνδε δόμοις ἐξεθρέψω φάος. γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, ὦ σύγγον, ἡμῶν δυστυχὴς ἔφυ βίος. ἐγᾦδ ἁ μέλεος, οἶδ, ὅτε φάσγανον δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. οἴμοι. δοκῶ γὰρ οὐ παρών ς ὁρᾶν ἐκεῖ. ἀνυμέναιος, <ὦ> σύγγον, Ἀχιλλέως ἐς κλισίαν λέκτρων δολίαν ὅτ ἀγόμαν: παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. φεῦ φεῦ χερνίβων <τῶν> ἐκεῖ. ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ. ἀπάτορ ἀπάτορα πότμον ἔλαχον. ἄλλα δ ἐξ ἄλλων κυρεῖ δαίμονος τύχᾳ τινός. εἰ σόν γ ἀδελφόν, ὦ τάλαιν, ἀπώλεσας. ὦ μελέα δεινᾶς τόλμας.
δείν ἔτλαν δείν ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ ὀλίγον ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν δαϊχθεὶς χερῶν. ἁ δ ἐπ αὐτοῖσι τίς τελευτά· τίς τύχα μοι συγχωρήσει· τίνα σοι πόρον εὑρομένα - πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω πατρίδ ἐς Ἀργείαν, πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι· τόδε τόδε σόν, ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν. πότερον κατὰ χέρσον, οὐχὶ ναΐ - · ἀλλὰ ποδῶν ῥιπᾷ θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα καὶ δι ὁδοὺς ἀνόδους στείχων: διὰ κυανέας μὴν στενοπόρου πέτρας μακρὰ κέλευθα να- ΐοισιν δρασμοῖς. τάλαινα, τάλαινα. τίς ἂν οὖν τάδ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ τί τῶν ἀδοκήτων, πόρον ἄπορον ἐξανύσας, δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν <φαίνοι> κακῶν ἔκλυσιν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기