호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ξέν, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.? ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς Ἀγαμέμνονος γεγῶσα, μή μ ἀποστρέφου, ἔχους ἀδελφόν, οὐ δοκοῦς ἕξειν ποτέ. ἐγώ ς ἀδελφὸν τὸν ἐμόν· οὐ παύσῃ λέγων· τὸ δ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. οὐκ ἔστ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. ἀλλ ἡ Λάκαινα Τυνδαρίς ς ἐγείνατο· Πέλοπός γε παιδὶ παιδός, οὗ κπέφυκ ἐγώ. τί φῄς· ἔχεις τι τῶνδέ μοι τεκμήριον· ἔχω: πατρῴων ἐκ δόμων τι πυνθάνου. οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ ἐμέ. λέγοιμ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε: Ἀτρέως Θυέστου τ οἶσθα γενομένην ἔριν· ἤκουσα: χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. ταῦτ οὖν ὑφήνας οἶσθ ἐν εὐπήνοις ὑφαῖς· ὦ φίλτατ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. εἰκώ τ ἐν ἱστοῖς ἡλίου μετάστασιν· ὕφηνα καὶ τόδ εἶδος εὐμίτοις πλοκαῖς. καὶ λούτρ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα· οἶδ: οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ ἀφείλετο. τί γάρ· κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν· μνημεῖά γ ἀντὶ σώματος τοὐμοῦ τάφῳ. ἃ δ εἶδον αὐτός, τάδε φράσω τεκμήρια: Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα ἐκτήσαθ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기