- 텍스트

Euripides, Iphigenia in Tauris, episode, lyric 5:

(에우리피데스, Iphigenia in Tauris, episode, lyric 5:)

δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, ξένοι, πάρεισιν:? ἃ δ ἐπὶ τοῖσδε βούλομαι, ἀκούσατ. οὐδεὶς αὑτὸς ἐν πόνοις <τ> ἀνὴρ ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς θῆται παρ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. τί δῆτα βούλῃ· τίνος ἀμηχανεῖς πέρι· ὁρ´κον δότω μοι τάσδε πορθμεύσειν γραφὰς πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους· τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν· λέγε. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. δίκαιον εἶπας: πῶς γὰρ ἀγγείλειεν ἄν· ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται· ναί. πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος. ὄμνυ: σὺ δ ἔξαρχ ὁρ´κον ὅστις εὐσεβής. δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. τοῖς σοῖς φίλοισι γράμματ ἀποδώσω τάδε. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. τίν οὖν ἐπόμνυς τοισίδ ὁρ´κιον θεῶν· Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. ἐγὼ δ ἄνακτά γ οὐρανοῦ, σεμνὸν Δία. εἰ δ ἐκλιπὼν τὸν ὁρ´κον ἀδικοίης ἐμέ· ἄνοστος εἰήν: τί δὲ σύ, μὴ σῴσασά με· μήποτε κατ Ἄργος ζῶς ἴχνος θείην ποδός. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον. ἀλλ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ. ἐξαίρετόν μοι δὸς τόδ, ἤν τι ναῦς πάθῃ, χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα ἀφανὴς γένηται, σῶμα δ ἐκσῴσω μόνον, τὸν ὁρ´κον εἶναι τόνδε μηκέτ ἔμπεδον. ἀλλ οἶσθ ὃ δράσω· πολλὰ γὰρ πολλῶν κυρεῖ: τἀνόντα κἀγγεγραμμέν ἐν δέλτου πτυχαῖς λόγῳ φράσω σοι πάντ ἀναγγεῖλαι φίλοις. ἐν ἀσφαλεῖ γάρ: ἢν μὲν ἐκσῴσῃς γραφήν, αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα: ἢν δ ἐν θαλάσσῃ γράμματ ἀφανισθῇ τάδε, τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ ὕπερ. σήμαινε δ ᾧ χρὴ τάσδ ἐπιστολὰς φέρειν πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION