호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὔφημα φώνει:? τἀμὰ δεῖ φέρειν κακά, ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, ταὔτ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ ἐμοὶ κτενῶ: τὸ μὲν γὰρ εἰς ἔμ οὐ κακῶς ἔχει, πράσσονθ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. σὺ δ ὄλβιός τ εἶ, καθαρά τ, οὐ νοσοῦντ, ἔχεις μέλαθρ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ ἔχειν - ὄνομά τ ἐμοῦ γένοιτ ἄν, οὐδ ἄπαις δόμος πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ ἄν. ἀλλ ἑρ´πε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. ὅταν δ ἐς Ἑλλάδ ἵππιόν τ Ἄργος μόλῃς, πρὸς δεξιᾶς σε τῆσδ ἐπισκήπτω τάδε: τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, καὶ δάκρυ ἀδελφὴ καὶ κόμας δότω τάφῳ. ἄγγελλε δ ὡς ὄλωλ ὑπ Ἀργείας τινὸς γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. καὶ χαῖρ: ἐμῶν γὰρ φίλτατόν ς ηὑρ῀ον φίλων, ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, ὦ πόλλ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기