- 텍스트

Euripides, Iphigenia in Tauris, episode, anapests 5:

(에우리피데스, Iphigenia in Tauris, episode, anapests 5:)

θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται·? ἐγώ: θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω. ἄζηλά γ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. ἀλλ εἰς ἀνάγκην κείμεθ, ἣν φυλακτέον. αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας· οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. ὁ δὲ σφαγεὺς τίς· εἰ τάδ ἱστορεῖν με χρή. ἔσω δόμων τῶνδ εἰσὶν οἷς μέλει τάδε. τάφος δὲ ποῖος δέξεταί μ, ὅταν θάνω· πῦρ ἱερὸν ἔνδον χάσμα τ εὐρωπὸν πέτρας. φεῦ: πῶς ἄν μ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν· μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ εἶ, ηὔξω: μακρὰν γὰρ βαρβάρου ναίει χθονός. οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, ἀλλ ὧν γε δυνατὸν οὐδ ἐγὼ λείψω χάριν. πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. ἀλλ εἶμι δέλτον τ ἐκ θεᾶς ἀνακτόρων οἴσω: τὸ μέντοι δυσμενὲς μὴ μοὶ λάβῃς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION