호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούσατ:? ἐς γὰρ δή τιν ἥκομεν λόγον, ὑμῖν τ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα κἀμοί. τὸ δ εὖ μάλιστά γ οὕτω γίγνεται, εἰ πᾶσι ταὐτὸν πρᾶγμ ἀρεσκόντως ἔχει. θέλοις ἄν, εἰ σῴσαιμί ς, ἀγγεῖλαί τί μοι πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, δέλτον τ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν φονέα νομίζων χεῖρα, τοῦ νόμου δ ὕπο θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι ἡγουμένης· οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν ἐς Ἄργος αὖθις, τάς <τ> ἐμὰς ἐπιστολὰς πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. σὺ δ - εἶ γάρ, ὡς ἐοίκας, οὔτε δυσμενὴς καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω - σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, κούφων ἕκατι γραμμάτων σωτηρίαν. οὗτος δ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη: τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα. ὁ ναυστολῶν γάρ εἰμ ἐγὼ τὰς συμφοράς, οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. οὔκουν δίκαιον ἐπ ὀλέθρῳ τῷ τοῦδ ἐμὲ χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. ἀλλ ὣς γενέσθω: τῷδε μὲν δέλτον δίδου: πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν: ἡμᾶς δ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς αὐτὸς σέσῳσται. τυγχάνει δ ὅδ ὢν φίλος, ὃν οὐδὲν ἧσσον ἢ μὲ φῶς ὁρᾶν θέλω. ὦ λῆμ ἄριστον, ὡς ἀπ εὐγενοῦς τινος ῥίζης πέφυκας τοῖς φίλοις τ ὀρθῶς φίλος. τοιοῦτος εἰή τῶν ἐμῶν ὁμοσπόρων ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ ἐγώ, ξένοι, ἀνάδελφός εἰμι, πλὴν ὅς οὐχ ὁρῶσά νιν. ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν δέλτον φέροντα, σὺ δὲ θανῇ: πολλὴ δέ τις προθυμία σε τοῦδ ἔχουσα τυγχάνει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기