호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος θανεῖν ἐρύκει μ, ἀλλὰ παιδὶ βούλομαι σῷσαι τέκν:? ἄλλως δ ἀδυνάτων ἐοίκ ἐρᾶν. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα: κτεῖνόν με καὶ τήνδ ἀθλίαν παίδων πάρος, ὡς μὴ τέκν εἰσίδωμεν, ἀνόσιον θέαν, ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα πατρός τε πατέρα. τἄλλα δ, εἰ πρόθυμος εἶ, πρᾶσς: οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. κἀγώ ς ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, <ἡμῖν> ἵν ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ: κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, δόμους ἀνοίξας - νῦν γὰρ ἐκκεκλῄμεθα - ὡς ἀλλὰ ταῦτά γ ἀπολάχως οἴκων πατρός. ἔσται τάδ: οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθ ἔσω μολόντες: οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. ὦ τέκν, ὁμαρτεῖτ ἀθλίῳ μητρὸς ποδὶ πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ἄλλοι κρατοῦσι, τὸ δ ὄνομ ἔσθ ἡμῶν ἔτι. ὦ Ζεῦ, μάτην ἄρ ὁμόγαμόν ς ἐκτησάμην, μάτην δὲ παιδὸς κοινεῶν ἐκλῄζομεν: σὺ δ ἦσθ ἄρ ἥσσων ἢ δόκεις εἶναι φίλος. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν: παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기