- 텍스트

Euripides, Heracles, episode 4:

(에우리피데스, Heracles, episode 4:)

γέροντες, αἰνῶ:? τῶν φίλων γὰρ οὕνεκα ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών: ἡμῶν δ ἕκατι δεσπόταις θυμούμενοι πάθητε μηδέν. τῆς δ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ἐγὼ φιλῶ μὲν τέκνα: πῶς γὰρ οὐ φιλῶ ἅτικτον, ἁμόχθησα· καὶ τὸ κατθανεῖν δεινὸν νομίζω: τῷ δ ἀναγκαίῳ τρόπῳ ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ἡμᾶς δ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά: σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστ οὐκ ἀνεκτὸν δειλίας θανεῖν ς ὕπο: οὑμὸς δ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι δόξαν κακὴν λαβόντας: οἱ γὰρ εὐγενεῖς κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ἐμοί τε μίμημ ἀνδρὸς οὐκ ἀπωστέον. σκέψαι δὲ τὴν σὴν ἐλπίδ ᾗ λογίζομαι: ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο· καὶ τίς θανόντων ἦλθεν ἐξ Αἵδου πάλιν· ἀλλ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν· ἥκιστα: φεύγειν σκαιὸν ἄνδρ ἐχθρὸν χρεών, σοφοῖσι δ εἴκειν καὶ τεθραμμένοις καλῶς: ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ ἂν τέμοις. ἤδη δ ἐσῆλθέ μ εἰ παραιτησαίμεθα φυγὰς τέκνων τῶνδ: ἀλλὰ καὶ τόδ ἄθλιον, πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν: ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις ἓν ἦμαρ ἡδὺ βλέμμ ἔχειν φασὶν μόνον. τόλμα μεθ ἡμῶν θάνατον, ὃς μένει ς ὅμως. προκαλούμεθ εὐγένειαν, ὦ γέρον, σέθεν: τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, πρόθυμός ἐστιν, ἡ προθυμία δ ἄφρων: ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων ἦν τίς ς ὑβρίζων, ῥᾳδίως ἐπαύσατ ἄν: νῦν δ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION