- 텍스트

Euripides, Heracles, episode 3:

(에우리피데스, Heracles, episode 3:)

- ὦ γῆς λοχεύμαθ, οὓς Ἄρης σπείρει ποτὲ λάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ἀρεῖτε καὶ τοῦδ ἀνδρὸς ἀνόσιον κάρα καθαιματώσεθ, ὅστις οὐ Καδμεῖος ὢν ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν·? ἀλλ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ. - οὐδ ἁπόνησα πόλλ ἐγὼ καμὼν χερὶ ἕξεις. ἀπέρρων δ ἔνθεν ἦλθες ἐνθάδε, ὕβριζ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς ἔνερθ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. - ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, ὃ δ ὠφελήσας ἀξίων οὐ τυγχάνει. - κἄπειτα πράσσω πόλλ ἐγώ, φίλους ἐμοὺς θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ· - ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ἐν δ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ἐπεί ς ἔπαυς ἂν δοῦλον ἐννέποντά με καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ἐν αἷς σὺ χαίρεις: οὐ γὰρ εὖ φρονεῖ πόλις στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. οὐ γάρ ποτ ἂν σὲ δεσπότην ἐκτήσατο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION