- 텍스트

Euripides, Heracles, episode 2:

(에우리피데스, Heracles, episode 2:)

φεῦ:? ὦ γαῖα Κάδμου: καὶ γὰρ ἐς σὲ ἀφίξομαι λόγους ὀνειδιστῆρας ἐνδατούμενος: τοιαῦτ ἀμύνεθ Ἡρακλεῖ τέκνοισί τε· ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν Θήβαις ἔθηκεν ὄμμ ἐλεύθερον βλέπειν. οὐδ Ἑλλάδ ᾔνες - οὐδ ἀνέξομαί ποτε σιγῶν - κακίστην λαμβάνων ἐς παῖδ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων χέρσου τ ἀμοιβάς - ὧν ἐμόχθησας χάριν. τὰ δ, ὦ τέκν, ὑμῖν οὔτε Θηβαίων πόλις οὔθ Ἑλλὰς ἀρκεῖ: πρὸς δ ἔμ ἀσθενῆ φίλον δεδόρκατ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους καθῃμάτως ἄν, ὥστ Ἀτλαντικῶν πέραν φεύγειν ὁρ´ων ἂν δειλίᾳ τοὐμὸν δόρυ. ἆρ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν· σὺ μὲν λέγ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ἐγὼ δὲ δράσω ς ἀντὶ τῶν λόγων κακῶς. ἄγ, οἳ μὲν Ἑλικῶν, οἳ δὲ Παρνασοῦ πτυχὰς τέμνειν ἄνωχθ ἐλθόντες ὑλουργοὺς δρυὸς κορμούς: ἐπειδὰν δ ἐσκομισθῶσιν πόλει, βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα ἐμπίμπρατ αὐτῶν καὶ πυροῦτε σώματα πάντων, ἵν εἰδῶς οὕνεκ οὐχ ὁ κατθανὼν κρατεῖ χθονὸς τῆσδ, ἀλλ ἐγὼ τὰ νῦν τάδε. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION