- 텍스트

Euripides, Heracles, episode 1:

(에우리피데스, Heracles, episode 1:)

τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει παιδός:? τὸ δ εἰς ἔμ, Ἡράκλεις, ἐμοὶ μέλει λόγοισι τὴν τοῦδ ἀμαθίαν ὑπὲρ σέθεν δεῖξαι: κακῶς γάρ ς οὐκ ἐατέον κλύειν. πρῶτον μὲν οὖν τἄρρητ - ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες - σὺν μάρτυσιν θεοῖς δεῖ μ ἀπαλλάξαι σέθεν. Διὸς κεραυνόν τ ἠρόμην τέθριππά τε, ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν Γίγασι πλευροῖς πτήν ἐναρμόσας βέλη τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν: τετρασκελές θ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίν ἄνδρ ἄριστον ἐγκρίνειαν ἄν, ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. Δίρφυν τ ἐρωτῶν ἥ ς ἔθρεψ Ἀβαντίδα . . . οὐκ ἄν ς ἐπαινέσειεν: οὐ γὰρ ἔσθ ὅπου ἐσθλόν τι δράσας μάρτυρ ἂν λάβοις πάτραν. τὸ πάνσοφον δ εὑρ´ημα, τοξήρη σαγήν, μέμφῃ: κλύων νῦν τἀπ ἐμοῦ σοφὸς γενοῦ. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον: ὅσοι δὲ τόξοις χεῖρ ἔχουσιν εὔστοχον, ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ἑκὰς δ ἀφεστὼς πολεμίους ἀμύνεται τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν τὸ σῶμά τ οὐ δίδωσι τοῖς ἐναντίοις, ἐν εὐφυλάκτῳ δ ἐστί: τοῦτο δ ἐν μάχῃ σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς σῴζειν τὸ σῶμα, μὴ κ τύχης ὡρμισμένον. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. παῖδας δὲ δὴ τί τούσδ ἀποκτεῖναι θέλεις· τί ς οἵδ ἔδρασαν· ἕν τί ς ἡγοῦμαι σοφόν, εἰ τῶν ἀρίστων τἄκγον αὐτὸς ὢν κακὸς δέδοικας. ἀλλὰ τοῦθ ὅμως ἡμῖν βαρύ, εἰ δειλίας σῆς κατθανούμεθ εἵνεκα, ὃ χρῆν ς ὑφ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ αὐτὸς θέλεις, ἐάσον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός: βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION