호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς Λύκον περῶντα τῶνδε δωμάτων πέλας.? τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μ, ἐρωτῶ: χρὴ δ, ἐπεί γε δεσπότης ὑμῶν καθέστηχ, ἱστορεῖν ἃ βούλομαι. τίν ἐς χρόνον ζητεῖτε μηκῦναι βίον· τίν ἐλπίδ ἀλκήν τ εἰσορᾶτε μὴ θανεῖν· ἢ τὸν παρ Αἵδῃ πατέρα τῶνδε κείμενον πιστεύεθ ἥξειν· ὡς ὑπὲρ τὴν ἀξίαν τὸ πένθος αἴρεσθ, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθ Ἑλλάδ ἐκβαλὼν κόμπους κενούς, ὡς σύγγαμός σοι Ζεὺς τέκ<νου τε κ>οινεών, σὺ δ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ἢ τὸν Νέμειον θῆρα· ὃν ἐν βρόχοις ἑλὼν βραχίονός φης ἀγχόναισιν ἐξελεῖν. τοῖσδ ἐξαγωνίζεσθε· τῶνδ ἄρ οὕνεκα τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών· ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας θηρῶν ἐν αἰχμῇ, τἄλλα δ οὐδὲν ἄλκιμος, ὃς οὔποτ ἀσπίδ ἔσχε πρὸς λαιᾷ χερὶ οὐδ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξ ἔχων, κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ἀνδρὸς δ ἔλεγχος οὐχὶ τόξ εὐψυχίας, ἀλλ ὃς μένων βλέπει τε κἀντιδέρκεται δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλ εὐλάβειαν: οἶδα γὰρ κατακτανὼν Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기