호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πρέσβυ, Ταφίων ὅς ποτ ἐξεῖλες πόλιν στρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.? ἐγὼ γὰρ οὔτ ἐς πατέρ ἀπηλάθην τύχης, ὃς οὕνεκ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ἔχων τυραννίδ, ἧς μακραὶ λόγχαι πέρι πηδῶς ἔρωτι σώματ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα: κἄμ ἔδωκε παιδὶ σῷ ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντ ἀνέπτατο, ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, οἵ θ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. οἳ δ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς· τί δρᾷ, πόθ ἥξει· τῷ νέῳ δ ἐσφαλμένοι ζητοῦσι τὸν τεκόντ: ἐγὼ δὲ διαφέρω λόγοισι, μυθεύουσα. θαυμάζων δ ὅταν πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. νῦν οὖν τίν ἐλπίδ ἢ πέδον σωτηρίας ἐξευμαρίζῃ, πρέσβυ· πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὁρ´ι ἂν ἐκβαῖμεν λάθρᾳ: φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ ἐξόδους: οὔτ ἐν φίλοισιν ἐλπίδες σωτηρίας ἔτ εἰσὶν ἡμῖν. ἥντιν οὖν γνώμην ἔχεις λέγ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε φαύλως παραινεῖν, σπουδάσαντ ἄνευ πόνου: χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος· καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. κἀγώ: δοκεῖν δὲ τἀδόκητ οὐ χρή, γέρον. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ ἄκη. ὁ δ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. ἔτ ἂν γένοιτ, ὦ θύγατερ, οὔριος δρόμος ἐκ τῶν παρόντων τῶνδ ἐμοὶ καὶ σοὶ κακῶν, ἔλθοι τ ἔτ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλ ἡσύχαζε καὶ δακρυρρόους τέκνων πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει: οἵ τ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ἐξίσταται γὰρ πάντ ἀπ ἀλλήλων δίχα. οὗτος δ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι πέποιθεν αἰεί: τὸ δ ἀπορεῖν ἀνδρὸς κακοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기