- 텍스트

Euripides, Hecuba, episode 7:

(에우리피데스, Hecuba, episode 7:)

σὺ δ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι, βάψας ἔνεγκε δεῦρο ποντίας ἁλός, ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν, νύμφην τ ἄνυμφον παρθένον τ ἀπάρθενον, λούσω προθῶμαί θ - ὡς μὲν ἀξία, πόθεν·? οὐκ ἂν δυναίμην: ὡς δ ἔχω - τί γὰρ πάθω· - κόσμον τ ἀγείρας αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦς ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων. ὦ σχήματ οἴκων, ὦ ποτ εὐτυχεῖς δόμοι, ὦ πλεῖστ ἔχων κάλλιστά τ, εὐτεκνώτατε Πρίαμε, γεραιά θ ἥδ ἐγὼ μήτηρ τέκνων, ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος τοῦ πρὶν στερέντες. εἶτα δῆτ ὀγκούμεθα, ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν, ὃ δ ἐν πολίταις τίμιος κεκλημένος. τὰ δ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος, ὅτῳ κατ ἦμαρ τυγχάνει μηδὲν κακόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION