호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι, σῆς παιδὸς οἴκτῳ:? νῦν τε γὰρ λέγων κακὰ τέγξω τόδ ὄμμα, πρὸς τάφῳ θ ὅτ ὤλλυτο. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς: λαβὼν δ Ἀχιλλέως παῖς Πολυξένην χερὸς ἔστης ἐπ ἄκρου χώματος, πέλας δ ἐγώ: λεκτοί τ Ἀχαιῶν ἔκκριτοι νεανίαι, σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν, ἕσποντο. πλῆρες δ ἐν χεροῖν λαβὼν δέπας πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως χοὰς θανόντι πατρί: σημαίνει δέ μοι σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε: Σιγᾶτ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς, σίγα σιώπα: νήνεμον δ ἔστης ὄχλον. ὃ δ εἶπεν: Ὦ παῖ Πηλέως, πατὴρ δ ἐμός, δέξαι χοάς μοι τάσδε κηλητηρίους, νεκρῶν ἀγωγούς: ἐλθὲ δ, ὡς πίῃς μέλαν κόρης ἀκραιφνὲς αἷμ, ὅ σοι δωρούμεθα στρατός τε κἀγώ: πρευμενὴς δ ἡμῖν γενοῦ λῦσαί τε πρύμνας καὶ χαλινωτήρια νεῶν δὸς ἡμῖν πρευμενοῦς τ ἀπ Ἰλίου νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν. τοσαῦτ ἔλεξε, πᾶς δ ἐπηύξατο στρατός. εἶτ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν ἐξεῖλκε κολεοῦ, λογάσι δ Ἀργείων στρατοῦ νεανίαις ἔνευσε παρθένον λαβεῖν. ἣ δ, ὡς ἐφράσθη, τόνδ ἐσήμηνεν λόγον: Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν, ἑκοῦσα θνῄσκω: μή τις ἅψηται χροὸς τοὐμοῦ: παρέξω γὰρ δέρην εὐκαρδίως. ἐλευθέραν δέ μ, ὡς ἐλευθέρα θάνω, πρὸς θεῶν, μεθέντες κτείνατ: ἐν νεκροῖσι γὰρ δούλη κεκλῆσθαι βασιλὶς οὖς αἰσχύνομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기