- 텍스트

Euripides, Hecuba, episode 5:

(에우리피데스, Hecuba, episode 5:)

μῆτερ, πιθοῦ μοι:? καὶ σύ, παῖ Λαερτίου, χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, σύ τ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου. βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη, ἀσχημονῆσαί τ ἐκ νέου βραχίονος σπασθεῖς, ἃ πείσῃ· μὴ σύ γ: οὐ γὰρ ἄξιον. ἀλλ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι: ὡς οὔποτ αὖθις, ἀλλὰ νῦν πανύστατον ἀκτῖνα κύκλον θ ἡλίου προσόψομαι. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων. ὦ μῆτερ, ὦ τεκοῦς, ἄπειμι δὴ κάτω. ὦ θύγατερ, ἡμεῖς δ ἐν φάει δουλεύσομεν. ἄνυμφος ἀνυμέναιος ὧν μ ἐχρῆν τυχεῖν. οἰκτρὰ σύ, τέκνον, ἀθλία δ ἐγὼ γυνή. ἐκεῖ δ ἐν Αἵδου κείσομαι χωρὶς σέθεν. οἴμοι: τί δράσω· ποῖ τελευτήσω βίον· δούλη θανοῦμαι, πατρὸς οὖς ἐλευθέρου. ἡμεῖς δὲ πεντήκοντά γ ἄμμοροι τέκνων. τί σοι πρὸς Ἕκτορ ἢ γέροντ εἴπω πόσιν· ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ. ὦ στέρνα μαστοί θ, οἵ μ ἐθρέψαθ ἡδέως. ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης. χαῖρ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ ἐμοί, χαίρουσιν ἄλλοι, μητρὶ δ οὐκ ἔστιν τόδε. ὅ τ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις. εἰ ζῇ γ: ἀπιστῶ δ: ὧδε πάντα δυστυχῶ. ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν. τέθνηκ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο. κόμιζ, Ὀδυσσεῦ, μ ἀμφιθεὶς κάρα πέπλοις ὡς πρὶν σφαγῆναί γ ἐκτέτηκα καρδίαν θρήνοισι μητρὸς τήνδε τ ἐκτήκω γόοις. ὦ φῶς: προσειπεῖν γὰρ σὸν ὄνομ ἔξεστί μοι, μέτεστι δ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως. οἲ γώ, προλείπω: λύεται δέ μου μέλη. ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα, δός: μὴ λίπῃς μ ἄπαιδ. ἀπωλόμην, φίλαι. . . . ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν Ἑλένην ἴδοιμι: διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION