- 텍스트

Euripides, Hecuba, episode 2:

(에우리피데스, Hecuba, episode 2:)

Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.? ἐγὼ τὸ μὲν σὸν σῶμ ὑφ οὗπερ εὐτύχουν σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω: ἃ δ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. ἡμῖν δ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι, θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ ἀνήρ. οὔκουν τόδ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ χρώμεσθ, ἐπεὶ δ ὄλωλε, μὴ χρώμεσθ ἔτι· εἰε῀ν: τί δῆτ ἐρεῖ τις, ἤν τις αὖ φανῇ στρατοῦ τ ἄθροισις πολεμίων τ ἀγωνία· πότερα μαχούμεθ ἢ φιλοψυχήσομεν, τὸν κατθανόνθ ὁρῶντες οὐ τιμώμενον· καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ ἡμέραν κεἰ σμίκρ ἔχοιμι, πάντ ἂν ἀρκούντως ἔχοι: τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον τὸν ἐμὸν ὁρᾶσθαι: διὰ μακροῦ γὰρ ἡ χάρις. εἰ δ οἰκτρὰ πάσχειν φῄς, τάδ ἀντάκουέ μου: εἰσὶν παρ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, νύμφαι τ ἀρίστων νυμφίων τητώμεναι, ὧν ἥδε κεύθει σώματ Ἰδαία κόνις. τόλμα τάδ. ἡμεῖς δ, εἰ κακῶς νομίζομεν τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν: οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας θαυμάζεθ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, ὑμεῖς δ ἔχηθ ὅμοια τοῖς βουλεύμασιν. αἰαῖ: τὸ δοῦλον ὡς κακὸν πέφυκ ἀεὶ τολμᾷ θ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου: σὺ δ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις, σπούδαζε πάσας ὥστ ἀηδόνος στόμα φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου. πρόσπιπτε δ οἰκτρῶς τοῦδ Ὀδυσσέως γόνυ καὶ πεῖθ - ἔχεις δὲ πρόφασιν: ἔστι γὰρ τέκνα καὶ τῷδε - τὴν σὴν ὥστ ἐποικτῖραι τύχην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION