- 텍스트

Euripides, Hecuba, episode 3:

(에우리피데스, Hecuba, episode 3:)

πάντες δ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι θάσσους ἐπ ἀκταῖς τῆσδε Θρῃκίας χθονός:? ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς κατέσχ Ἀχιλλεὺς πᾶν στράτευμ Ἑλληνικόν, πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην: αἰτεῖ δ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν. καὶ τεύξεται τοῦδ, οὐδ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν: ἡ πεπρωμένη δ ἄγει θανεῖν ἀδελφὴν τῷδ ἐμὴν ἐν ἤματι. δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω, δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ. τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν ἔσται: γεραιᾷ δ ἐκποδὼν χωρήσομαι Ἑκάβῃ: περᾷ γὰρ ἥδ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος, φάντασμα δειμαίνους ἐμόν. φεῦ: ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς ὅσονπερ εὖ ποτ: ἀντισηκώσας δέ σε φθείρει θεῶν τις τῆς πάροιθ εὐπραξίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION