호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ θαυμάζειν ἄξιον, τί δή ποτε παθὼν ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἰέται ζηλωτὴν γενέσθαι λόγων καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν.? ἐν γοῦν τοῖς Περὶ λέξεως γραφεῖσι τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὤν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς. κωλύσει δ οὐδὲν ἴσως καὶ τὴν λέξιν αὐτὴν θεῖναι τὴν Θεοφράστου. ἔστι δὲ ἥδε: ἀντίθεσις δ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον παιδιῶδες καὶ καθαπερεὶ ποίημα: διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. φαίνεται γὰρ ἀπρεπὲς σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν: ἐκλύει γὰρ τὸν ἀκροατήν. οἱο῀ν ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν: Ἑλλήνων κλαίω ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὁρ´κων ὑμᾶς ἀποφαίνοντες ἀνακαλοῦντές τε συγγένειαν, εὐμένειαν. ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἄν ἐπιτιμήσεως ἀξιοῖτο χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥς περ ἔστιν, ὁ κατηγορῶν, ἃ μὴ προσῆκε, τοῦ ἀνδρὸς μεμπτότερος. ὅτι δὲ οὐκ ἔγραψε Λυσίας τὸν ὑπὲρ Νικίου λόγον οὐδ ἔστιν οὔτε τῆς ψυχῆς οὔτε τῆς λέξεως ἐκείνης τὸ γράμμα, πολλοῖς πάνυ τεκμηρίοις ἀποδεῖξαι δυνάμενος οὐκ ἔχω καιρὸν ἐν τῷ παρόντι λόγῳ.
ἰδίαν δὲ περὶ τοῦ ῥήτορος πραγματείαν συνταττόμενος, ἐν ᾗ τά τε ἄλλα δηλωθήσεταί μοι καὶ τίνες εἰσὶν αὐτοῦ λόγοι γνήσιοι, τὴν ἀκρίβειαν ἐν ἐκείνοις καὶ περὶ τοῦδε ἀποδοῦναι πειράσομαι τοῦ λόγου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기