- 텍스트

Dionysius of Halicarnassus, chapter 2

(디오니시오스, chapter 2)

καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς.? κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅ πέρ ἐστι πρῶτόν τε καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης: καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ ῥήτορι καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν ἢ λέγειν ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION