호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωϊ´λος ὁ τὰς καθ Ὁμήρου συντάξεις καταλιπὼν καὶ ἄλλοι τοιοῦτοί τινες, οὐδένα ἡγούμενος οὔτε ἀκριβέστερον οὔτε χαριέστερον γεγονέναι Λυσίου:? Ἀντιφῶν γε μὴν τὸ αὐστηρὸν ἔχει μόνον καὶ ἀρχαῖον, ἀγωνιστὴς δὲ λόγων οὔτε συμβουλευτικῶν οὔτε δικανικῶν ἐστι, Πολυκράτης δὲ κενὸς μὲν ἐν τοῖς ἀληθινοῖς, ψυχρὸς δὲ καὶ φορτικὸς ἐν τοῖς ἐπιδεικτικοῖς, ἄχαρις δὲ ἐν τοῖς χαριεντισμοῦ δεομένοις ἐστί, Θρασύμαχος δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς, ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωϊ´λου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι Ζῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기