호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων, ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν.? ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν εἰπεῖν ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ γαμετὴ καὶ ἀστὸς ὁ πατήρ: καὶ ὡς ταῦτ ἀληθῆ λέγει, παρέχοιτ ἂν αὑτῷ τοὺς συγγενεῖς μάρτυρας: εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις. νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρᾳ συγγενείᾳ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기