호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς.? ἐνθυμήθητε γὰρ πρῶτον μέν, ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ. μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς. εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι. ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν ἐπέτρεψαν. καὶ μὴν οὐδ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, δι ἣν ἡμῖν γίνεται βλάβη περιφανής, εἴπερ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις πῶς ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυριῶν Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου· οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τούτῳ τὴν αὑτοῦ συγγένειαν ἕκαστος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기