호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε οὐκ ἄν γε δι ἐρημίαν τοῦτον εἰσεποιεῖτο.? ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος. ἔστι γὰρ αὐτῷ βίος ἱκανὸς καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παίδων τρέφων καὶ ἀσκῶν καὶ εἰς τοὺς φράτερας εἰσάγων: καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν τε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. ἀλλὰ μὴν οὐδ ἐμέ γε οὐθεὶς ἀνθρώπων οὕτως τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτ ἂν ὕστερον, ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος. ἐμοῦ γὰρ οὐθεὶς ἂν ὑμῶν τὴν φωνὴν ἀνάσχοιτ ἂν ἀκούων, εἰ νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ, ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기