- 텍스트

Dionysius of Halicarnassus, chapter 15

(디오니시오스, chapter 15)

τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατ ἄλλο τι χρησιμωτέρας ποιήσειν , ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας.? διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν, πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ κατὰ τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, δι ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. πολλὰς δ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ μὴ πάντα μηδ ἅμ ὡς φύσιν εἶχε πραχθῆναι μηδ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις τρόποις. ἀλλ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION