- 텍스트

Dionysius of Halicarnassus, chapter 13 1:

(디오니시오스, chapter 13 1:)

ἔξεστιν ἄγειν ἡσυχίαν:? οἴκοι μένων βελτίων εἶ, τοῦ δι ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἱᾶ καὶ τὰ νῦν: στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν: ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθ, ὅ τι καθ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἰή, τάξιν ποιήσας. ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα: καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας , ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ ἡμῖν, ὡς οὐκ ἀπειλήφαμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION