- 텍스트

Dionysius of Halicarnassus, chapter 13

(디오니시오스, chapter 13)

ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως.? οἷς ὁ Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ ὁ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἱο῀ν: οὐκ οὖν σὺ μισθοφορὰν λέγεις· φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο ἡ πόλις, τοῦτο παρέχοι. ἔξεστιν ἄγειν ἡσυχίαν: οἴκοι μένων βελτίων εἶ, τοῦ δι ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἱᾶ καὶ τὰ νῦν: στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν: ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντ ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθ, ὅ τι καθ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἰή, τάξιν ποιήσας. ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα: καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας , ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ ἡμῖν, ὡς οὐκ ἀπειλήφαμεν. καίτοι πᾶσι φανερόν, ὡς ἐοίκεν, οἳ καὶ τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι δὲ οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.

καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, ᾧ πολλάκις Δημοσθένης κέχρηται: εἶτ οἰέσθε, οἳ μὲν αὐτὸν οὐδὲν ἂν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἤ προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι· καὶ ἔτι γε τὰ τοιαῦτα: ᾧ γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελειτούργητο, δανειζομένῳ δ οὐδεὶς ἂν ἔδωκεν ἐπ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν. καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν· πολλὰ γὰρ ἄν τις εὑρ´οι τῶν Ἰσαίου καὶ κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION