- 텍스트

Dionysius of Halicarnassus, chapter 12

(디오니시오스, chapter 12)

οἶμαι μὲν οὖν καὶ ἐκ τούτων οὐκ ἄδηλον εἶναι τὴν τῶν ἀνδρῶν διαφοράν.? οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν μελλόντων λέγεσθαι μᾶλλον ἔσται καταφανὴς καὶ μάλιστα ἐκ τῶν ἀποδεικτικῶν καὶ παθητικῶν λόγων, ἐν οἷς ὁ μὲν Λυσίας ἁπλούστερός τίς ἐστι καὶ κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ κατὰ τὴν κοινότητα τῶν σχημάτων, οὑτοσὶ δὲ ποικιλώτερος. πολλὰ γὰρ ἄν τις ἰδὼν εὑρ´οι παρ αὐτῷ ὡς ἐν τούτῳ: πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν· οὐκ ἐκ τῶν μαρτύρων· οἰόμαί γε. πόθεν δὲ τοὺς μάρτυρας· οὐκ ἐκ τῶν βασάνων· εἰκός γε. πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων· οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους· ἀνάγκη μεγάλη. φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅπερ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν. ἐχρῆν δὲ αὐτόν, εἴπερ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλ ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ τοῦτον τὸν τρόπον παρ ἐμοῦ πυνθανόμενον: εἰσφορὰς λογίζῃ πόσας· τόσας: κατὰ πόσον ἀργύριον εἰσενηνεγμένας· κατὰ τόσον καὶ τόσον:

κατὰ ποῖα ψηφίσματα· ταυτί: ταύτας εἰλήφασι τίνες· οἵδε: καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς λαβόντας, καὶ εἰ μὲν εὐτε , τῷ λόγῳ πιστεύειν, εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION