호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ πολλῶν οἶμαι δεῖν λόγων, ὅτι τοῦτο μὲν ἀφελῶς καὶ ἡδέως εἴρηται ἦθός τε οὐ πεπλασμένον ἀλλὰ φυσικὸν ἐπιφαίνει.? τὸ γάρ: οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις, ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν οὐδεὶς ἂν εἴποι ῥήτορος εἶναι, ἀλλὰ παντὸς ἰδιώτου καταστάντος εἰς ἀγῶνα ἄδικον. τὸ δ Ἰσαίου πεποιῆσθαι ῥητορικῶς καὶ κεκαλλιλογῆσθαι σεμνότερον ἅπαντες ἂν φήσειαν, τὸ γάρ: ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματα ἔχειν αἰσχρῶς, ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν. καὶ ἔτι μᾶλλον παρὰ Λυσίᾳ μὲν χαριέντως πάνυ καὶ ἀφελῶς εἰρῆσθαι τὸ: ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς υἱοῖς δοκιμασθεῖσι τὰ χρήματα. θάτερον δὲ τρανότερον καὶ οὐχ ὡς ἂν ἰδιώτης συνέθηκεν: ἀλλ ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας οὐ μικρᾶς ἀλλ ἱκανῆς, ὥστε καὶ λειτουργεῖν, ὑφ ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι. ἑνὸς δ ἔτι μνησθήσομαι γένους, ἐξ οὗ μάλιστα ἡ διαφορὰ τῶν ἀνδρῶν ἔσται καταφανής.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기