호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γέγονε δὲ καὶ ἄλλοσ Χρύσιπποσ Κνίδιοσ ἰατρόσ, παρ’ οὗ φησιν Ἐρασίστρατοσ εἰσ τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτεροσ υἱὸσ τούτου, ἰατρὸσ Πτολεμαίου, ὃσ διαβληθεὶσ περιήχθη καὶ μαστιγούμενοσ ἐκολάσθη· ἄλλοσ μαθητὴσ Ἐρασιστράτου, καί τισ Γεωργικὰ γεγραφώσ. Ὁ δὴ φιλόσοφοσ καὶ τοιούτουσ τινὰσ ἠρώτα λόγουσ· "ὁ λέγων τοῖσ ἀμυήτοισ τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γ’ ἱεροφάντησ τοῖσ ἀμυήτοισ λέγει <τὰ μυστήρια>· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντησ. " ἄλλο· "ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτ’ οὐδ’ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδ’ ἄρ’ ἐν τῇ οἰκίᾳ. " ἄλλο· "ἔστι τισ κεφαλή· ἐκείνην δ’ οὐκ ἔχεισ· ἔστι δέ γέ τισ κεφαλὴ <ἣν οὐκ ἔχεισ>· οὐκ ἄρα ἔχεισ κεφαλήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기