호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διονύσιος δ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας:? ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον. Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος. Καὶ κατ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν.
ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλ ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντ ἀσιτίᾳ κατέστρεψε. Βιβλία δ αὐτοῦ φέρεται τάδε: Περὶ ἀπαθείας β. Περὶ ἀσκήσεως β. Περὶ ἡδονῆς δ. Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας. Περὶ ἀνθρώπων χρήσεως. Περὶ εὐτυχίας. Περὶ ἀρχαίων βασιλέων. Περὶ τῶν ἐπαινουμένων. Περὶ βαρβαρικῶν ἐθῶν. Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기