호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σέλασ δὲ πυρὸσ ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέωσ καὶ φαντασίαν μήκουσ ἐμφαίνοντοσ. ὑετὸν δ’ ἐκ νέφουσ μεταβολὴν εἰσ ὕδωρ, ἐπειδὰν ἢ ἐκ γῆσ ἢ ἐκ θαλάττησ ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ τυγχάνῃ κατεργασίασ· καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. χάλαζαν δὲ νέφοσ πεπηγόσ, ὑπὸ πνεύματοσ διαθρυφθέν· χιόνα δ’ ὑγρὸν ἐκ νέφουσ πεπηγότοσ, ὡσ Ποσειδώνιοσ ἐν τῷ ὀγδόῳ τοῦ Φυσικοῦ λόγου· ἀστραπὴν δ’ ἔξαψιν νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματοσ, ὡσ Ζήνων ἐν τῷ Περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεωσ ἢ ῥήξεωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기