호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ εἰσ πέλαγοσ ὀλίγοσ οἶνοσ βληθεὶσ ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται. Φασὶ δ’ εἶναι καί τινασ δαίμονασ ἀνθρώπων συμπάθειαν ἔχοντασ, ἐπόπτασ τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἡρ́ωασ τὰσ ὑπολελειμμένασ τῶν σπουδαίων ψυχάσ. Τῶν δ’ ἐν ἀέρι γινομένων χειμῶνα μὲν εἶναί φασι τὸν ὑπὲρ γῆσ ἀέρα κατεψυγμένον διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον, ἐάρ δὲ τὴν εὐκρασίαν τοῦ ἀέροσ κατὰ τὴν πρὸσ ἡμᾶσ πορείαν, θέροσ δὲ τὸν ὑπὲρ γῆσ ἀέρα καταθαλπόμενον τῇ τοῦ ἡλίου πρὸσ ἄρκτον πορείᾳ, μετόπωρον δὲ τῇ παλινδρομίᾳ τοῦ ἡλίου ἀφ’ ἡμῶν γίνεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기