- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 144:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 144:)

Τῶν δ ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ ὅλῳ οὐρανῷ, τὰ δὲ πλανώμενα κατ ἰδίας κινεῖσθαι κινήσεις.? πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος. τὸν δ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου: ὁμοίως καὶ τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ, καθά φησι Ποσειδώνιος ἐν τῷ ἑβδόμῳ Περὶ μετεώρων: καὶ μείζονα τῆς γῆς, ὡς ὁ αὐτὸς ἐν τῷ ἕκτῳ τοῦ Φυσικοῦ λόγου: ἀλλὰ καὶ σφαιροειδῆ, ὡς οἱ περὶ αὐτὸν τοῦτόν φασιν, ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ: μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION