- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 126:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 126:)

τὸν γὰρ ἐνάρετον θεωρητικόν τ εἶναι καὶ πρακτικὸν τῶν ποιητέων.? τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστὶ καὶ ὑπομενητέα καὶ ἐμμενητέα καὶ ἀπονεμητέα, ὥστ εἰ τὰ μὲν αἱρετικῶς ποιεῖ, τὰ δ ὑπομενητικῶς, τὰ δ ἀπονεμητικῶς, τὰ δ ἐμμενητικῶς, φρόνιμός τ ἐστὶ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαί θ ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἱο῀ν τὴν ἀνδρείαν περὶ τὰ ὑπομενητέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα: ὁμοίως τε καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία καὶ σύνεσις, τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης, τῇ δὲ δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION