- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 123:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 123:)

ἀβλαβεῖς τ εἶναι:? οὐ γὰρ ἄλλους βλάπτειν οὔθ αὑτούς. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τ ἔχειν μηδενί: μὴ γὰρ παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γ εἴκειν καὶ ὁ ἔλεος αὐτή θ ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς κολάσεις προσποιουμένης χρηστότητα: μηδ οἰέσθαι σκληροτέρας αὐτὰς εἶναι. ἔτι τε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἱο῀ν Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδ ἐν ἐρημίᾳ, φασί, βιώσεται ὁ σπουδαῖος: κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION