호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡ δ’ ἐπιθυμία ἐστὶν ἄλογοσ ὄρεξισ, ὑφ’ ἣν τάττεται καὶ ταῦτα, σπάνισ, μῖσοσ, φιλονεικία, ὀργή, ἔρωσ, μῆνισ, θυμόσ. ἔστι δ’ ἡ μὲν σπάνισ ἐπιθυμία τισ ἐν ἀποτεύξει καὶ οἱο͂ν κεχωρισμένη ἐκ τοῦ πράγματοσ, τεταμένη δὲ διακενῆσ ἐπ’ αὐτὸ καὶ σπωμένη· μῖσοσ δ’ ἐστὶν ἐπιθυμία τισ τοῦ κακῶσ εἶναί τινι μετὰ προκοπῆσ τινοσ καὶ παρατάσεωσ· φιλονεικία δ’ ἐπιθυμία τισ περὶ αἱρέσεωσ· ὀργὴ δ’ ἐπιθυμία τιμωρίασ τοῦ δοκοῦντοσ ἠδικηκέναι οὐ προσηκόντωσ· ἔρωσ δέ ἐστιν ἐπιθυμία τισ οὐχὶ περὶ σπουδαίουσ· ἔστι γὰρ ἐπιβολὴ φιλοποιίασ διὰ κάλλοσ ἐμφαινόμενον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기